Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.327 Joseph. AJ 7.331 (English) >>Joseph. AJ 7.334

7.329

Κατακούσας δὲ θεὸς τῆς ἱκεσίας ἔπαυσε τὸν λοιμόν, καὶ πέμψας Γάδον τὸν προφήτην ἐκέλευσεν αὐτὸν ἀναβῆναι παραχρῆμα εἰς τὴν ἅλω τοῦ Ἰεβουσαίου Ὀροννᾶ καὶ οἰκοδομήσαντα βωμὸν ἐκεῖ τῷ θεῷ θυσίαν ἐπιτελέσαι. Δαυίδης δʼ ἀκούσας οὐκ ἠμέλησεν, ἀλλʼ εὐθὺς ἔσπευσεν ἐπὶ τὸν παρηγγελμένον αὐτῷ τόπον. 7.330Ὀροννᾶς δὲ τὸν σῖτον ἀλοῶν ἐπεὶ τὸν βασιλέα προσιόντα καὶ τοὺς παῖδας αὐτοῦ πάντας ἐθεάσατο, προσέδραμεν αὐτῷ καὶ προσεκύνησεν. ἦν δὲ τὸ μὲν γένος Ἰεβουσαῖος, φίλος δʼ ἐν τοῖς μάλιστα Δαυίδου· καὶ διὰ τοῦτʼ αὐτὸν οὐδὲν εἰργάσατο δεινόν, ὅτε τὴν πόλιν κατεστρέψατο, ὡς μικρὸν ἔμπροσθεν ἐδηλώσαμεν. 7.331τοῦ δὲ Ὀροννᾶ πυθομένου τί παρείη πρὸς τὸν δοῦλον δεσπότης, εἶπεν ὠνήσασθαι παρʼ αὐτοῦ τὴν ἅλω, ὅπως βωμὸν ἐν αὐτῇ κατασκευάσῃ τῷ θεῷ καὶ ποιήσῃ θυσίαν. δὲ καὶ τὴν ἅλω εἶπε καὶ τὰ ἄροτρα καὶ τοὺς βόας εἰς ὁλοκαύτωσιν χαρίζεσθαι καὶ τὸν θεὸν ἡδέως εὔχεσθαι τὴν θυσίαν προσέσθαι. 7.332 δὲ βασιλεὺς ἀγαπᾶν μὲν αὐτὸν τῆς ἁπλότητος καὶ τῆς μεγαλοψυχίας ἔλεγε καὶ δέχεσθαι τὴν χάριν, τιμὴν δʼ αὐτὸν ἠξίου λαμβάνειν πάντων· οὐ γὰρ εἶναι δίκαιον προῖκα θυσίαν ἐπιτελεῖν. τοῦ δὲ Ὀροννᾶ φήσαντος ποιεῖν τι βούλεται πεντήκοντα σίκλων ὠνεῖται παρʼ αὐτοῦ τὴν ἅλω.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.327 Joseph. AJ 7.331 (English) >>Joseph. AJ 7.334

Powered by PhiloLogic